Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.170 Joseph. AJ 8.175 (English) >>Joseph. AJ 8.179

8.173καὶ μακάριόν τε τὸν Ἑβραίων λαὸν εἶναι κρίνω δούλους τε τοὺς σοὺς καὶ φίλους, οἳ καθʼ ἡμέραν τῆς σῆς ἀπολαύουσιν ὄψεως καὶ τῆς σῆς σοφίας ἀκροώμενοι διατελοῦσιν. εὐλογήσειεν ἄν τις τὸν θεὸν ἀγαπήσαντα τήνδε τὴν χώραν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας οὕτως, ὥστε σὲ ποιῆσαι βασιλέα.” 8.174

Παραστήσασα δὲ καὶ διὰ τῶν λόγων, πῶς αὐτὴν διέθηκεν βασιλεύς, ἔτι καὶ ταῖς δωρεαῖς τὴν διάνοιαν αὐτῆς ἐποίησε φανεράν· εἴκοσι μὲν γὰρ αὐτῷ τάλαντα ἔδωκε χρυσίου ἀρωμάτων τε πλῆθος ἀσυλλόγιστον καὶ λίθον πολυτελῆ· λέγουσι δʼ ὅτι καὶ τὴν τοῦ ὀποβαλσάμου ῥίζαν, ἣν ἔτι νῦν ἡμῶν χώρα φέρει, δούσης ταύτης τῆς γυναικὸς ἔχομεν. 8.175ἀντεδωρήσατο δʼ αὐτὴν καὶ Σολόμων πολλοῖς ἀγαθοῖς καὶ μάλισθʼ ὧν κατʼ ἐπιθυμίαν ἐξελέξατο· οὐδὲν γὰρ ἦν, τι δεηθείσῃ λαβεῖν οὐ παρέσχεν, ἀλλʼ ἑτοιμότερον ὧν αὐτὸς κατὰ τὴν οἰκείαν ἐχαρίζετο προαίρεσιν ἅπερ ἐκείνη τυχεῖν ἠξίου προϊέμενος τὴν μεγαλοφροσύνην ἐπεδείκνυτο. καὶ μὲν τῶν Αἰγυπτίων καὶ τῆς Αἰθιοπίας βασίλισσα ὧν προειρήκαμεν τυχοῦσα καὶ μεταδοῦσα πάλιν τῷ βασιλεῖ τῶν παρʼ αὐτῆς εἰς τὴν οἰκείαν ὑπέστρεψε. 8.176

Κατὰ δὲ τὸν αὐτὸν καιρὸν κομισθέντων ἀπὸ τῆς χρυσῆς καλουμένης γῆς λίθου πολυτελοῦς τῷ βασιλεῖ καὶ ξύλων πευκίνων, τοῖς ξύλοις εἰς ὑποστήριγμα τοῦ τε ναοῦ καὶ τῶν βασιλείων κατεχρήσατο καὶ πρὸς τὴν τῶν μουσικῶν ὀργάνων κατασκευὴν κινύρας τε καὶ νάβλας, ὅπως ὑμνῶσιν οἱ Ληουῖται τὸν θεόν· πάντων δὲ τῶν ποτε κομισθέντων αὐτῷ τὰ κατʼ ἐκείνην τὴν ἡμέραν ἐνεχθέντα καὶ μεγέθει καὶ κάλλει διέφερεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.170 Joseph. AJ 8.175 (English) >>Joseph. AJ 8.179

Powered by PhiloLogic